# In Hippocratis prorrheticum i commentaria iii 16.679

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.679

‘Περὶ δυσπνοίας’ ὑπομνήματα γέγραπταί μοι δεικνύντι, πόσαι μὲν αἱ πᾶσαι διαφοραὶ κατ' αὐτήν εἰσιν [ἑκάστην], τίνες δὲ αἱ αἰτίαι αἱ γεννῶσαι ἑκάστην ὅ τί τε σημαίνειν πεφύκασιν. ἐπιδέδεικται δὲ διὰ τῶν αὐτῶν ὑπομνημάτων καὶ περὶ τῶν ὑφ' Ἱπποκράτους εἰρημένων δυσπνοιῶν ἐν τοῖς ὁμολογουμένοις αὐτοῦ γνησίοις βιβλίοις. οὔτ' οὖν ἐγὼ διαφοράν τινα ἀνελκομένου πνεύματος εὑρὼν οὔτε παρ' Ἱπποκράτους μαθὼν ἐζήτουν, ἥντινά που λέγει τὴν δύσπνοιαν ταύτην ὁ γράψας τὸ βιβλίον τοῦτο. εἰσὶ μὲν οὖν καὶ ἄλλαι δύο γραφαὶ τῆς αὐτῆς λέξεως, ὧν ἡ μὲν σημαίνει <ταὐτὸν τῇ> ἑτέρᾳ, βραχὺ παραλλάττουσα κατὰ τὴν φωνήν, οὐ μὴν τήν γε διάνοιαν ὑπαλλάττουσα· πρόσκειται γὰρ ἐν αὐτῇ κατὰ τὴν ἀνέλκεται φωνὴν τὸ ω γράμμα μετὰ τὰ πρῶτα δύο τό τε α καὶ τὸ ν, ὡς γενέσθαι τὴν λέξιν τοιάνδε· οἷς πνεῦμα ἄνω ἕλκεται. πολὺ δὲ ἀποχωρήσαντες ἔνιοι τῶν νεωτέρων ἀνέχεται γράφουσιν οὐδενὸς τῶν παλαιοτέρων ἐπισταμένου τὴν γραφήν. ταύτης μὲν οὖν τελευταῖον μνημονεύσω, περὶ προτέρων δὲ διασκεψώμεθα τῶν ὁμολογου|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
