# In Hippocratis prorrheticum i commentaria iii 16.680

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.680

μένων, εἰς ἃς οὐδὲν εὗρον οὐδένα πιθανὸν εἰπόντα, τινὰς δὲ καὶ μεμψαμένους ἄντικρυς, ὥσπερ καὶ τοὺς μεταγράψαντας εἰς τὴν ἀνέχεται φωνήν. ὥσπερ γὰρ ἀβοηθήτων οὐσῶν τῶν προτέρων γραφῶν ἐπὶ τὸ μεταγράφειν αὐτὰς ἀφίκοντο. δοκεῖ δέ μοι τὸ ἀνελκόμενον πνεῦμα τὸ ἄνω ἑλκόμενον λέγειν, ἐφ' οὗ κατὰ τὸν ἔμπροσθεν λόγον ἔφην εἰρῆσθαι τό τε πρόχειρον καὶ τὸ μετέωρον, ὅταν τοῖς ἄνω μέρεσιν ὁ θώραξ μεγάλην ποιῇ τὴν ἀναπνοὴν εἰσπνεόντων, ὡς φαίνεσθαι κινουμένας τὰς ὠμοπλάτας, καὶ διὰ τί τὸν τρόπον τοῦτον ἀναπνέουσιν οἱ πνιγόμενοι πάντες, ἐδήλωσα. καὶ μέντοι καὶ περὶ τῶν πνιγωδῶς ἐνοχλουμένων οὐ διὰ τὴν ἐν τῷ πνεύμονι στενοχωρίαν οὐδὲ διὰ τὴν φλεγμονὴν τῶν ἐν τῷ λάρυγγι μυῶν, ἀλλὰ διὰ τὴν τῶν ἐπικειμένων μὲν τῷ λάρυγγί τε καὶ τῷ στομάχῳ, τοῖς πρόσω δὲ μέρεσι τῶν ῥαχιτῶν μυῶν ἐπιβεβλημένων, ἔμπροσθέν τε καὶ κατ' αὐτὸ τοῦτο τὸ Προρρητικὸν βιβλίον εἴρηταί μοι καὶ δι' ὧν ἐξηγησάμην τὸ δεύτερον βιβλίον τῶν Ἐπιδημιῶν, ἔνθα φησίν· "ἦν δὲ τῶν κυναγχικῶν τὰ παθήματα τοιάδε· τοῦ τραχήλου |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
