# In Hippocratis prorrheticum i commentaria iii 16.681

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.681

οἱ σπόνδυλοι εἴσω ἔρρεπον, τοῖσι μὲν ἐπὶ πλέον, τοῖσι δὲ ἐπ' ἔλαττον. καὶ ἔξωθεν ἦν δῆλος ἐγκοίλως ἔχων ὁ τράχηλος καὶ ἤλγει ταύτῃ ψαυόμενος. ἦν δὲ κατωτέρω τινὶ τοῦ ὀδόντος καλευμένου, ὃ οὐχ ὁμοίως ὀξύ ἐστι." πρόδηλον δ' ὅτι τὸν δεύτερον σπόνδυλον ὅλον ἀπὸ μέρους ὀδόντα κέκληκεν ἢ μόνην αὐτοῦ τὴν ἀπόφυσιν ἐκείνην, ἣν οἱ μὲν ὀδοντοειδῆ προσαγορεύουσιν, οἱ δὲ ἄντικρυς ὀδόντα, διότι παραπλήσιός πως φαίνεται τῷ καλουμένῳ κυνόδοντι. ἐπεὶ δὲ μετὰ τὸ εἰπεῖν "ἦν δὲ κατωτέρω τινὶ τοῦ ὀδόντος καλεομένου" προσέθηκεν "ὃ οὐχ ὁμοίως ὀξύ ἐστιν", ἐδήλωσε κίνδυνον οὐχ ὁμοίως ἐπιφέρειν ὀξὺν ὁ γράψας ταῦτα τὸν σπόνδυλον τοῦτον, ὥσπερ κἀπειδὰν ἐν τοῖς Ἀφορισμοῖς καταλέγων τὰ λεγόμενα πάθη τῶν παίδων εἴπῃ "σπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες" οὐκ ἄλλον σπόνδυλον ἀκούειν χρὴ παρὰ τὸν εἰρημένον. ὅταν γὰρ οἱ ἐπικείμενοι μύες ἐν τοῖς πρόσω μέρεσιν αὐτοῦ φλεγμήναντες ἢ ὁπωσοῦν ἐνταθέντες πρὸς ἑαυτοὺς ἐπισπάσωνται ὅλον τὸν |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
