Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.682
Not analysed yet
σπόνδυλον, ἡ μὲν ὀπίσω χώρα κοιλοτέρα φαίνεται, θλίβεται δ' ὁ λάρυγξ καὶ κατὰ τοῦτο πνίγονται. σπανιωτάτη δὲ ἡ τοιαύτη κυνάγχη γίνεται. καὶ νῦν οὖν ὁ σπόνδυλος αὐτὸς ἐγκαθῆσθαι λέλεκται, τὸ δὲ κινδυνῶδες τοῦ πάθους δεδήλωται διὰ τῆς προκειμένης ῥήσεως, ἔνθα φησί· τούτοισιν ἐπὶ τῶν τελευτῶν ὡς συσπῶντός τινος τὸ πνεῦμα γίνεται. τὸ γὰρ ἐπὶ τῶν τελευτῶν ‘ὅταν ἀποθνῄσκωσιν’ δηλοῖ· τὸ δ' ὡς συσπῶντος, ἐπειδὴ σπασμώδης αὐτοῖς ἡ ἀναπνοὴ γίνεται τελευτῶσιν, σφοδρῶς μὲν ἕλκοντος τοῦ θώρακος, ὁδὸν δ' οὐκ ἔχοντος αὐτάρκη τοῦ πνεύματος, ἀλλὰ διὰ τῆς στενῆς ὀπῆς βιαίως εἰσπνεομένου. τοῦτ' οὖν ἡγούμενοι δηλοῦσθαι κἀκ τῆς ἀνέχεται φωνῆς ἔγραψάν τινες οἷς πνεῦμα ἀνέχεται. Οἱ κεφαλαλγικοὶ κατόχως παρακρούοντες κοιλίης ἀπολελαμμένης, ὄμμα θρασύνοντες, ἀνθηροί, ὀπισθοτονώδεες γίνονται. |