# In Hippocratis prorrheticum i commentaria iii 16.683

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.683

Ἐδείχθη καὶ πρόσθεν ὁ ἀνὴρ οὗτος ἐξ ἀνομοιογενῶν σημείων γράφων συνδρομάς, ἃς ἐφ' ἑνὸς ἢ δυοῖν ἐθεάσατο, καὶ διὰ τοῦτο πολλάκις αὐτὸς προστίθησι τὸν ‘ἆρα’ σύνδεσμον, ὃν καὶ νῦν ἄμεινον ἦν αὐτῷ συντεθεικότι φάναι· ἆρά γε ὀπισθοτονώδεες γίνονται; ἡ μὲν γὰρ κεφαλαλγία δηλοῖ πεπονθέναι τὴν κεφαλήν [αὐτήν], τὸ δὲ κατόχως τὸν ἐγκέφαλον αὐτόν, ὥσπερ δὴ καὶ τὸ παρακρούοντες. ἐδείχθη δὲ καὶ πρότερον, ὡς οὐ μάχεται τὰ τοιαῦτα συμπτώματα, καθάπερ οἴονταί τινες, ἀδύνατον εἶναι φάσκοντες ἅμα τε κατέχεσθαι καὶ παρακρούειν τὸν ἄνθρωπον. ἀλλὰ περὶ μὲν τῶν τοιούτων διὰ τῶν ἔμπροσθεν εἶπον, ὁπηνίκα τὴν πρώτην ἁπασῶν ἐξηγούμην ῥῆσιν καὶ τήνδε· "τρομώδεες, ψηλαφώδεες παρακρούσιες πάνυ φρενιτικαί." ὥστ' οὐδὲν ἔτι χρῆναι λέγειν περὶ αὐτῶν. βέλτιον δ' ἐπισημήνασθαι δύο ταῦτα ὑπόλοιπα τῶν προγεγραμμένων ἐν τῇ προκειμένῃ ῥήσει, τὸ μὲν ἕτερον ἔνθα φησί κοιλίης ἀπολελαμμένης, τὸ δ' ἕτερον ὄμμα θρασύνοντες. αἱ μὲν γὰρ ἀπολελαμμέναι κοιλίαι, τοῦτ' ἔστιν ἐπεχόμεναι, τῆς

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
