# In Hippocratis prorrheticum i commentaria iii 16.689

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.689

ἔνιοι δὲ καὶ τοῖς προφανῶς ἡμαρτημένοις συναγορεύειν ἐπίδειγμα σοφίας ἡγοῦνται παραπλησίως τοῖς κατὰ τὰ δικαστήρια ῥήτορσιν, οἳ τοὺς φανερῶς ἤτοι φόνον ἐργασαμένους ἤ τι τοιοῦτον κακὸν ἐρρύσαντο τῆς προσηκούσης κολάσεως ἐξαπατήσαντές τε καὶ παρακρουσάμενοι τοὺς δικαστάς, ὅταν ἰδιῶται λόγων ὦσιν καὶ τὰς ἐν αὐτοῖς πανουργίας ἀγνοῶσιν. οὕτως οὖν κἀπὶ τῆς προκειμένης ῥήσεως ἐπενόησάν τινες ἀναύδως εἰρῆσθαι τὸ ἀλόγως, ἐπειδήπερ ὁ λόγος μὲν ἐν τῷ γένει τῆς φωνῆς ἐστιν, λέγεται δὲ ἡ φωνὴ παρὰ τοῖς παλαιοῖς οὐχ οὕτω μόνον, ἀλλὰ καὶ αὐδή. κατὰ δὲ τὴν μετάβασιν ταύτην τὸ ἀλόγως φασὶν ἐκ τοῦ ἀναύδως σημαίνεσθαι· τὰ δ' ἀλόγως παυσάμενα πάντα ἐστὶν ἄπιστα. μαχομένων δὲ καὶ τούτῳ τῷ λόγῳ τοῦ τε κακοήθεις εἰρῆσθαι τὰς τοιαύτας ἐκκρίσεις, οὐκ ἀπίστους, καὶ τοῦ μηδ' ἀλόγως λύεσθαι σὺν ἱδρῶσιν, ὡς αὐτὸς εἶπεν, ἕτεροί τινες ὑπερβαλλόμενοι τῇ σοφίᾳ τούτους ἀλόγως λύεσθαί φασιν οὐ μόνον, ὅσα χωρὶς τοῦ γενέσθαι τι βοήθημα τεχνικὸν ἢ φυσικὸν ἐρρᾳστώνησεν, ἀλλὰ καὶ ταῦτα τὰ γενό|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
