Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.690
Not analysed yet
μενα μέν, οὐ μὴν κατ' ἀξίαν τοῦ νοσήματος, ὥσπερ εἰρηκότος τοῦ συγγράψαντος ὀλίγον γενέσθαι τὸν ἱδρῶτα καὶ μὴ χωρὶς ἁπάσης προσθήκης γράψαντος ἱδρῶτι λυόμεναι. ἀλλὰ προσυπακοῦσαί φασι τὸ ‘ὀλίγῳ’. τάχα δέ τις καὶ ἄλλος ἀναφανείς ποτε τούτων τολμηρότερος ἀξιώσει τὸ ‘πολλῷ’ καὶ ‘ἀμέτρῳ’ προσυπακούειν, εἶτα περὶ συμμετρίας ἀμαθέσι παισὶ καὶ ἀγυμνάστοις πάσης παιδείας ληρήσας μακρὰ δόξει τις εἶναι σοφός. εἰ δ' ὅλως οἷσπερ ἔξεστιν τῷ ἱδρῶτι λυόμεναι προστιθέναι τι τοιοῦτον, πολλῷ βέλτιον ἦν προστιθέντας μίαν συλλαβὴν τὴν μὴ γράψαντας μὴ λυόμεναι πραγμάτων ἀπηλλάχθαι. αἱ γὰρ σὺν πυρετῷ τῶν ὑποχονδρίων ὀδύναι, ἃς ἱδρὼς μὴ λύει, κακοήθεις εἰσίν. ἔργῳ τοίνυν ἐδείχθη μοι καὶ νῦν, ὥσπερ ἤδη πολλάκις ἐπὶ πολλῶν ἀσαφῶν ῥήσεων, οὐδὲν μὲν ὧν οὐκ ἴσμεν ὑπ' αὐτῶν διδασκόμενον, ἀνηλωμένον δὲ χρόνον, ὥσπερ ἐπὶ τῶν αἰνιγμάτων, ἵν' ἐφαρμόσωμεν ἃ γινώσκομεν τῇ λέξει. καὶ γὰρ οὖν καὶ τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον οὐ σμικρὰν ἔσχε ζήτησιν ἀπορούντων αὐτῶν, διὰ τί, ἐὰν ἡ κοιλία καταρ- |