# In Hippocratis prorrheticum i commentaria iii 16.691

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.691

ραγῇ, τοῦτ' ἔστιν ἀθρόως ἐκκριθῇ πολλά, θανατῶδες εἶναι τὸ νόσημα δηλώσει. "τὰ" γὰρ "χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεσθαι", φησὶν ὁ Ἱπποκράτης, "ἀλλ' ὡς ἂν χωρέῃ, οἷα δεῖ, καὶ φέρῃ εὐφόρως". οὗτος μὲν ὁ λόγος, ὅτι καὶ σαφής ἐστιν καὶ καθόλου τι διδάσκει, καταφρονεῖται, τὰ δ' αἰνιγματωδῶς εἰρημένα σπουδάζεται τοῖς μὲν σοφισταῖς εἰκότως, ἵνα τι θαυμαστὸν διδάσκειν δόξωσι τοὺς μαθητάς, αὐτοῖς δὲ τοῖς μαθηταῖς διὰ τὴν ἀπαιδευσίαν τῶν πρώτων μαθημάτων, ἐν οἷς οἱ παλαιοὶ τοὺς παῖδας ἔτρεφον. ἀγύμναστος δὲ ὢν ὁ λογισμὸς αὐτῶν οὔθ' ἕπεται τοῖς λεγομένοις οὔτε κρῖναι τὴν ἐν αὐτοῖς ἀλήθειαν δύναται· ἐπεὶ τίς ἀκούσας ἄνευ διορισμοῦ ἐπὶ καταρρηγνυμένης κοιλίας ἀπόφασιν ἡντινοῦν, οὐκ εὐθέως μέμφεται τὸν λόγον, ὡς μηδὲν διδάσκοντα; κοιλία γὰρ ἐν ᾡτινιοῦν νοσήματι καταρραγεῖσα χωρὶς μὲν τῶν τῆς πέψεως σημείων, ἃ πολλάκις ἀκήκοας, οὐδὲν ὀνίνησιν, ἐὰν δὲ δυσφορώτερον ἐργάσηται, πρὸς τῷ μηδὲν ὠφελεῖν ἔτι καὶ βλάβην ἤνεγκεν. ἅμα δὲ τούτοις ὠφελεῖ καὶ μᾶλλον, ἐὰν ὁ λυπῶν ἐκκενῶται χυμός. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
