# In Hippocratis prorrheticum i commentaria iii 16.694

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.694

πουσιν φωναὶ μενόντων τῶν πυρετῶν, εἰ τοῦτο γίνεται μετὰ κρίσιν, οὗτοι τρομώδεές τε ἅμα καὶ κωματώδεες τελευτῶσιν. καίτοι κἀνταῦθα πάλιν ἑτέρα διαφωνία τοῖς ἐξηγουμένοις ἐγένετο. τινὲς μὲν γάρ, ὅταν ἐπὶ τοῖς εἰρημένοις τρομώδεις γένωνται, τελευτᾶν φασιν τούτους καὶ κωματώδεις ἅμα καὶ τρομώδεις, τινὲς δὲ καὶ κωματώδεις γενομένους οὕτως ἀπόλλυσθαι, οὐδεὶς δ' αὐτῶν οὔτ' ἐκ τῆς τῶν πραγμάτων φύσεως ἀπόδειξιν ἔγραψε λογικὴν οὔτε τὴν ἐμπειρίαν ἔχει δεῖξαι μαρτυροῦσαν· οὔτε γὰρ τρομώδεις οὔτε κωματώδεις ἐπὶ τοῖς προειρημένοις ὡς τὸ πολὺ φαίνονται τελευτῶντες. εἰ δέ τινες ἐν τῷ σπανίῳ γίγνονται τοιοῦτοι, τοῦ προγνωστικοῦ τε καὶ προρρητικοῦ μέρους τῆς τέχνης ἐκπεπτώκασιν· οὐ γὰρ τῶν τοιούτων, ἀλλὰ τῶν ἢ διηνεκῶς ἢ ὡς τὸ πολὺ γιγνομένων εἰς τὰς προρρήσεις χρῄζομεν, εἰ δὲ βούλει, καὶ τῶν ἀμφιδόξως ἀποβαινόντων, οὐ μὴν <τῶν> γε σπανίως· οὐδεὶς γὰρ βούλεται πολλάκις ἀποτυχὼν ἅπαξ ἐπιτυχεῖν. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
