Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.695
Not analysed yet
Οἷσι καυστικά, μεμωρωμένα, κάτοχα, ποικίλλοντα ὑποχόνδρια καὶ κοιλίην ἐπηρμένοι, σίτων ἀπολελαμμένοι, ἐφιδρῶσι, ἆρα τούτοις τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς ἐπελθὸν λύγγα σημαίνει, καὶ κοιλίη δὲ ἔπαφρα χολώδεα προσδιέρχεται; τὸ λαμπῶδες ἐν τούτοισιν ὠφελέει οὐρηθέν, κοιλίη δὲ τούτοισιν ἐπιταράσσεται. Ἤθροισε πάλιν ἐνταῦθα συμπτώματα διαθέσεων οὐχ ὁμογενῶν, ἐφ' ὧν ἐδείχθη πρόσθεν οὐδεμία διδασκαλία γιγνομένη τεχνική. πάντα μὲν γὰρ ἐπισκέψασθαι δεῖ τὰ κατὰ τὸν νοσοῦντα καὶ μηδὲν μήτε παρορᾶν μήτ' ἀργῶς ὁρᾶν, ἑκάστου δ' αὐτῶν ἰδίᾳ μεμαθηκέναι τὴν δύναμιν. οἷον εὐθέως τὰ καυστικὰ πρῶτα πάντων εἴρηται, δυναμένων μὲν ἀκούεσθαι καὶ παθῶν καυστικῶν, ὡς εἰ θερμῶν καὶ διακαῶν εἰρήκει, δυναμένων δὲ καὶ διαχωρημάτων νοεῖσθαι τοιούτων, ὧν ἡ δύναμίς ἐστιν ὀξύ τε τὸ νόσημα |