# In Hippocratis prorrheticum i commentaria iii 16.696

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.696

καὶ ταχυκρίσιμον ἐργάζεσθαι καὶ μέντοι καὶ κινδυνῶδες, ἐὰν ἰσχυρῶς γένηται καυστικά. μεμωρωμένα δὲ καλεῖ τὰ μώρωσιν ἐμποιοῦντα τῇ διανοίᾳ. αὕτη δέ ἐστιν χωρὶς παραφροσύνης σύμπτωμα τοῖς φύσει μωροῖς ὁμοίους ἀποφαῖνον τοὺς νοσοῦντας, ὁποίους καὶ τῶν λεγομένων ἀπογηρᾶν ἐνίους ἴσμεν γιγνομένους. ᾧ παθήματι παραπλήσιον μέν ἐστιν, οὐ μὴν ταὐτόν, ὅπερ ὀνομάζουσιν ‘ἄγνοιαν’, ὑπὲρ ἧς καὶ ὁ Θουκυδίδης ἔγραψεν ἐπὶ τῶν ἐκ τοῦ λοιμοῦ διασωθέντων ὡδί· "καὶ ἠγνόησαν σφᾶς τε αὐτοὺς καὶ τοὺς ἐπιτηδείους". ᾧτινι δὲ διαφέρει τῆς λήθης, οὐκ ἀναγκαῖον εἰς τὰ παρόντα σκοπεῖσθαι. τά γε μὴν κάτοχα τὰ τὴν καλουμένην κατοχὴν ἐπιφέροντα νοούντων ἡμῶν, ἕτεροί φασι τὰ βεβαίως ἱδουμένα καὶ οἷον κατεχόμενα νοσήματα κεκλῆσθαι κάτοχα. καὶ μέντοι καὶ ποικίλλοντα τὰ συνεχεῖς ἐπὶ τἀναντία συμπτώματα τὰς μεταβολὰς ποιούμενά τινες ἤκουσαν, ἀποχωρίζοντες δὲ τῆς λέξεως ταύτης τὸ ὑποχόνδρια ὑφ' ἓν αὐτῷ πάλιν ἀναγινώσκουσιν τὸ κοιλίην ἐπηρμένοι. τινὲς δὲ |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
