# In Hippocratis prorrheticum i commentaria iii 16.702

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.702

εὗρον ἤ τινος γράψαντος ἀνέγνων. ἀλλ' ἔστιν | ἡ προκειμένη ῥῆσις ἐοικυῖα τῷ κατὰ τὴν παροιμίαν ἐν παιδιᾷ λεγομένῳ· "ὤδινεν ὄρος καὶ ἔτεκε μῦν." πολλὰ γὰρ εἰπὼν παθήματα, τινὰ μὲν ἐσχάτως ὀλέθρια, τινὰ δ' ἧττον ἐκείνων, ἔνια δὲ μέτρια, λυγγὸς πρότερον ἔγραψε πρόρρησιν. ἐφεξῆς δὲ τὸ λαμπῶδες, φησίν, ἐν τούτοισιν οὐρηθὲν ὠφελέει. τίσι φησὶ τούτοις; τοῖς καυστικοῖς, τοῖς μεμωρωμένοις ἢ τοῖς κατόχοις ἢ οἷς ὑποχόνδρια ποικίλα καὶ ἡ γαστὴρ ἐπηρμένη ἢ τοῖς ἀνορέκτοις ἢ τοῖς ἐπεσχημένοις τὴν κοιλίαν ἢ οἷς ἐφίδρωσις ἢ οἷς τὸ πνεῦμα θολερὸν ἢ οἷς ἂν ἔκκρισις γονοειδὴς ἢ τοῖς λύζουσιν ἢ οἷς ἡ γαστὴρ ἔπαφρα καὶ χολώδεα προσδιῆλθεν <ἢ> προδιῆλθεν, ἐπειδὴ καὶ τοῦτο αὐτὸ διττῶς γέγραπται μετά τε τοῦ σίγμα καὶ χωρὶς τοῦ σίγμα; ἤτοι γὰρ οἷς ἕκαστον τῶν εἰρημένων ἢ οἷς ἅπαντα εἰρῆσθαι προσήκει δέξασθαι. τὸ γὰρ τούτοισιν ἀκόλουθόν ἐστιν τοῖς καθ' ἕκαστα, ὥστε συνεπινοεῖται πάντως, εἰ μὴ τύχοι λεχθέν. καὶ γὰρ ἓν ἕκαστον αὐτῶν ὠφελέει τὸ λαμπῶδες οὐρούμενον·

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
