# In Hippocratis prorrheticum i commentaria iii 16.709

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.709

ὧν ἐν ἄλλῃ | τάξει θέσεως ὁ ἀφρὸς φαίνεται. διὰ τί δ' ἐν τοῖς πυρικαέσι πυρετοῖς μόνοις ἀφρῶδες διαχωρεῖται, λέλεκταί μοι πολλάκις, ὥσπερ γε καὶ ὅτι τὰ συνήθη τῶν ὀνομάτων ἐξαλλάττειν ὁ τοῦ προκειμένου βιβλίου συγγραφεὺς ἔργον πεποίηται, κἂν μὴ δύνηται τοῦτο πρᾶξαι, τὰ σημαινόμενα γοῦν ὑπαλλάττειν μετὰ τοῦ καὶ τὴν σύνταξιν αὐτῶν ἐπιτηδεύειν ἐν σολοικώδεσι ποιεῖσθαι σχήμασιν. εἰ δὲ οὐ βούλει σύνταξιν ὀνομάζειν, ἔξεστί σοι σύνθεσιν αὐτὴν καλεῖν. Αἱ ἐκ κεφαλαλγίης ἀφωνίαι ἅμα ἱδρῶτι πυρετώδεες χαλῶνται ἐφ' ἑαυτούς, ἐπανιέντα, χρονιώτερα· ἐπιρριγῶσαι τούτοισιν οὐ πονηρόν. Διαφωνία τις οὐ σμικρὰ γέγονε πρὸς ἀλλήλους καὶ κατὰ ταύτην τὴν ῥῆσιν ἄλλων ἄλλως ἐξηγησαμένων αὐτήν. ἐγὼ δὲ ὅσα μὲν δυνατόν ἐστίν μοι τῶν εἰρημένων ἐν αὐτῇ προσάγειν τοῖς ἀληθέσι, πειράσομαι τοῦτο πρᾶξαι· |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
