# In Hippocratis prorrheticum i commentaria iii 16.716

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.716

τοῦτο ἐνταῦθα μετὰ ἐκλύσεως εἶπε. δύναται δέ τις καὶ μετὰ ἐκλύσεως ἢ ἀσθενείας ἢ ἀρρωστίας εἰπὼν ἐκπέμψαι φαντασίαν τοῖς πολλοῖς καὶ ἀμαθέσιν ἄλλο τι λέγειν· δύναται δὲ καὶ τῶν κατὰ μέρος παθῶν μνημονεύειν, ἵνα ἐν τῷδε δόξῃ λέγειν ἄλλοτ' ἄλλα. καὶ γὰρ αἱ περιπνευμονίαι καὶ αἱ πλευρίτιδες ἐν ἀσθενείᾳ δυνάμεως γιγνόμεναι καὶ πᾶν ὁτιοῦν πάθος ἰσχυρὸν ὀλέθριόν ἐστιν. ὅπου γὰρ οὐδὲ οἱ τὴν δύναμιν ἰσχυροὶ διασῴζονται πάντες ἐξ αὐτῶν, εὔδηλον ὡς τῶν ἀσθενῶν οὐδένα σωθῆναι δυνατόν ἐστι. νῦν μὲν οὖν ἐμνημόνευσεν δύο συμπτωμάτων ἑπομένων τῇ βλάβῃ τοῦ ἐγκεφάλου, καὶ θάτερον δ' αὐτῶν μόνον εἰπών τις ἀληθεύει· καὶ γὰρ αἱ μετ' ἐκλύσεως κατοχαὶ μοχθηραὶ καὶ αἱ μετ' ἐκλύσεως ἀφωνίαι παραπλησίως αὐταῖς. Πλευροῦ ἄλγημα ἐπὶ πτύσεσι χολώδεσιν ἀλόγως ἀφανισθέν, ἐξίστανται. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
