# In Hippocratis prorrheticum i commentaria iii 16.724

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.724

ἔγραψε τοὺς ἐν τοῖς τῶν Ἐπιδημιῶν ἀρρώστους, ἐφ' ὧν οὐδὲν παρέλιπεν τῶν συμβάντων αὐτοῖς. ἡ δ' ὑπὸ τοῦ τὸ Προρρητικὸν γράψαντος ἀνδρὸς γενομένη διδασκαλία δέδεικται μὲν ἤδη πολλάκις οὐκ ἔχουσα τὸ καθόλου, πλὴν εἴ που σπανίως, ἀπολειπομένη δὲ καὶ τῆς τῶν κατὰ μέρος ἀκριβοῦς διηγήσεως, ὁποῖα γέγραπται κατὰ τοὺς ἐν τοῖς τῶν Ἐπιδημιῶν ἀρρώστους, ἔνθα πρῶτον μέν, ἐὰν ἐπίσημόν τι ᾖ τῶν προκαταρξάντων αἰτίων, δεδήλωκε λέγων (οἷον εἴ τις ἐκ κόπων ἢ γυμνασίων ἀκαίρων ἢ μέθης ἤρξατο νοσεῖν), εἶθ' ὅτι τὴν μὲν πρώτην τῶν ἡμερῶν ἐγένετο ταυτὶ περὶ αὐτόν, ἐν δὲ τῇ δευτέρᾳ ταυτί, καὶ οὕτως κατὰ τὴν τρίτην καὶ τὴν τετάρτην καὶ τὰς ἐφεξῆς ἅπαντα διηγεῖται τὰ γενόμενα τοῖς παρ' αὐτοῦ μεμαθηκόσι τὴν καθόλου θεωρίαν ἐφαρμόττειν προτρέπων τοῖς πεφηνόσι κατὰ τοὺς ἀρρώστους μετὰ τοῦ καὶ αὐτὸν ποδηγεῖν ἐνίοτε πρὸς τὴν γυμνασίαν, ὡς ἐπιδέδεικταί μοι κατὰ τὰς ἐξηγήσεις αὐτῶν. ὁ δὲ τοὺς ἐν τούτῳ τῷ βιβλίῳ γράψας ἀρρώστους ἀπὸ τῆς τοιαύτης διηγήσεως ἐπί τισι τῶν ὀφθέντων ἅπαξ ἤδη βούλεται κα|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
