# In Hippocratis prorrheticum i commentaria iii 16.725

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.725

θόλου θεωρήματα συνίστασθαι σφαλλόμενος ἐν πολλοῖς οὐ σμικρά, καθάπερ ἐν τῷ τὸ ἑτέρῳ γενόμενον ἑτέρῳ προσνέμειν, ὥσπερ καὶ νῦν. τῷ γοῦν Ἀσπασίου υἱῷ τὰ περὶ τὴν γαστέρα συμπτώματα γράψας μόνον σπασμῶδές τί φησιν ἔχειν αὐτά. τρία δ' ἐστίν, ἃ ἔγραψε συμπτώματα, πρῶτον μὲν κοιλίης περίτασις, ἐφεξῆς δ' αὐτῆς τὸ πρὸς ἀνάγκην ὑγρὰ χαλᾶν, ὅπερ ἀντὶ τοῦ διαχωρεῖν εἴωθε λέγειν, καὶ τρίτον ἐπ' αὐτοῖς τὸ ταχέως ὀγκοῦσθαι. συνεκφαίνει δὲ τούτῳ καὶ τὸ μειοῦσθαι τὴν αὐτήν, ἴσως ἐπὶ τοῖς ὑγροῖς διαχωρήμασι. καὶ γὰρ ἐφεξῆς αὐτῶν εἴρηται τὸ ταχὺ ὀγκουμένη. τούτοις δὲ τοῖς συμπτώμασι μόνοις ἐζεῦχθαι σπασμῶδές τι ἐάν τις ἐπὶ νοσοῦντος οὕτως ἀνθρώπου προείπῃ, σφαλήσεται μὲν πάνυ πολλάκις, ἐπιτύχοι δ' ἄν ποτε κἂν ἅπαξ ἐν τῷ σπανίῳ. καὶ αὐτὸς δὲ ὁ ταῦτα γράψας ὅμοια τοῖς νῦν εἰρημένοις συμπτώμασι κατὰ τὴν γαστέρα προειρηκὼς ἐν τῇ πρὸ ταύτης ῥήσει, περὶ σπασμοῦ λόγον πεποίηται οὐδένα, καίτοι τραχήλου πόνον εἰρηκὼς γεγονέναι μετὰ κώματος. ἔχει δ' ἡ ῥῆσις ὧδε "ἐπὶ τραχήλου ἀλγήματι κω|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
