# In Hippocratis prorrheticum i commentaria iii 16.726

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.726

ματώδει ἱδρώδει κοιλίη φυσηθεῖσα· εἰ δέ τι πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ὑποπεριπλυθεῖσα". δῆλον οὖν ὅτι τὰ μὲν κατὰ τὴν κοιλίαν συμπτώματα παραπλήσια τοῖς νῦν εἰρημένοις εἰσίν, ἔξωθεν δ' αὐτῶν ‘ἄλγημα τραχήλου’ πρόσκειται νευρώδους μορίου καὶ πλησίον ἐγκεφάλου κειμένου καὶ τὸν νωτιαῖον περιέχοντος μετὰ τοῦ καὶ τὸν ἐγκέφαλον ἤδη πεπονθέναι· τὸ γὰρ κωματῶδες ἐκείνου σύμπτωμα. πιθανώτερον δὲ ἦν ἐπὶ τοῦ κάμνοντος οὕτως γεγράφθαι τὸ ἔχειν τι σπασμῶδες, οὐκ ἐπὶ τοῦ νῦν, ἐφ' οὗ δυνατόν ἐστιν ἕτερόν τι σύμπτωμα γεγονέναι τοῦ σπασμοῦ δηλωτικόν, ὃ παρέλιπεν ἐν τῇ διηγήσει, εἰ μὴ ἄρα τὸ ἐπιρριγοῦν αὐτὸν εἰρημένον ἐν αὐτῇ νομίζει τις σπασμοῦ σημεῖον· εἴρηται γὰρ καὶ τοῦτο τῶν ἐξηγητῶν ἐνίοις οὐδὲ τὰς ὁσημέραι τριταίας τε καὶ τεταρταίας περιόδους ὁρῶσι μετὰ σφοδροτάτου ῥίγους ἐνίοις γινομένας οὐδὲν ἐχούσας σπασμῶδες. ἀλλ' οὕτως εἰσὶ σοφώτατοι τὰ τῆς ἰατρικῆς οἱ τὰ τοιαῦτα γράφοντες, ὡς ἡγεῖσθαι νεύρων εἶναί τι πάθος τὸ ῥῖγος ὡς σπασμὸν καὶ τρόμον.

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
