# In Hippocratis prorrheticum i commentaria iii 16.730

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.730

πάντως ταῦτα; τὸ μὲν γὰρ ὅτι δύναται μετάστασις οὐ μόνον ἐπὶ κεφαλήν, ἀλλὰ καὶ πᾶν ὁτιοῦν ἄλλο μόριον γενέσθαι τῶν λυπούντων, εἴτ' οὖν τὸ μεσεντέριον εἴτε καὶ τὸ ἧπαρ πάσχειν βούλονται, συγχωρήσειεν ἄν τις· τὸ δ' ὅπως μεταστήσεται, πρὶν γενέσθαι τινὰ τῶν ἰδίων τῷ μορίῳ συμπτωμάτων, τοῦτ' οὐχ οἷόν τε προγνῶναι, γενομένην μέντοι γνωρίσαι τὴν μετάστασιν, καὶ μάλισθ' ὅταν παύσηται τὰ πρότερον λυποῦντα. καὶ μέντοι καὶ τοιαῦται μεταστάσεις ἐπὶ ἀρρώστων ἐν τοῖς τῶν Ἐπιδημιῶν γεγραμμέναι εἰσίν. καὶ εἴπερ καὶ νῦν ἐγέγραπτο· ‘τῶνδέ τινων εἰρημένων κατὰ τὴν κοιλίαν συμπτωμάτων, εἶτα ἀφανισθέντων ἐξαίφνης ἤλγησεν ὁ κάμνων σφόδρα κατὰ κεφαλῆς’, ἔφαμεν ἂν εἰς ταύτην γεγονέναι τὴν μετάστασιν. οὐ μὴν ὅ τί περ ἂν ἐργάζηται, βεβαίως ἦν εἰπεῖν, πρὶν ἄλλο τι φανῆναι σημεῖον ἢ καταφορᾶς ἢ παραφροσύνης ἢ σπασμοῦ. δυνατὸν μὲν γὰρ καὶ τοῦτο γενέσθαι, δυνατὸν δὲ καὶ τὴν φύσιν ἰσχυροτέραν τοῦ νοσήματος εὑρεθεῖσαν αἱμορραγίαν ἐργάσασθαι διὰ ῥινῶν ἢ παρωτίδας ἐγεῖραι. μεμάθηκας γὰρ |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
