# In Hippocratis prorrheticum i commentaria iii 16.733

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.733

ζουσαι καὶ οἱονεὶ κλονούμεναι αἱ κατὰ τοὺς κροτάφους φλέβες. πολλάκις δὲ καὶ τὰς ἐν τραχήλῳ σφαγίτιδας τὰς ἐπιπολῆς δηλονότι δονουμένας ἐθεασάμεθα σφυγμῷ τινι παραπλησίαν κίνησιν, καὶ δοκεῖ καὶ ἐν τοῖς κροτάφοις ἐκ τῶν ὑποκειμένων ἀρτηριῶν ἡ κίνησις προσγίνεσθαι, καθ' ὃν καιρὸν ἐκεῖναι μέγιστον σφύζουσι. ταύτας οὖν τὰς ἀπορίας ἔνιοι φεύγειν βουληθέντες ἀντὶ τοῦ φλεβοδονώδεα φλεδονώδεά φασι, ποιήσαντες ἀπὸ τῶν φλεδόνων τοὔνομα. φλεδόνας δὲ ὅτι φλυαρίας καὶ λήρους ὠνόμασαν ἔνιοι τῶν παλαιῶν, οἶσθα. τὰ οὖν ἄγρυπνα ὄντα πάθη, φησί, καὶ παραληροῦντα κατὰ τοὺς ὕπνους ἀπροαιρέτως οὖρον χαλῶντες, ὅπερ ἔστιν ἀποκρίνοντες. ἀπὸ γὰρ τῶν παθῶν ἐπὶ τοὺς πάσχοντας μετέβη καὶ πάλιν ἐπανελθὼν ἐπὶ τὸ πάθος φησίν· ἔστιν ὅτε εἰς σπασμοὺς τελευτᾷ κωματώδεας. εἰπὼν δὲ ἔστιν ὅτε πραγμάτων ἡμᾶς ἀπήλλαξε· πεπονθυίας γὰρ τῆς ἀρχῆς τῶν νεύρων, ὡς ἥ τε ἀγρυπνία καὶ ἡ παραλήρησις ἥ τε τῶν οὔρων ἀπροαίρετος κίνησις δηλοῖ, θαυμαστὸν οὐδέν ἐστι καὶ φρενῖτιν ἐπ' αὐτῆς γενέσθαι καὶ |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
