# In Hippocratis prorrheticum i commentaria iii 16.737

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.737

καθ' ἑκάστην ῥῆσιν, ἀλλὰ καὶ τῶν ὀνομάτων αὐτῶν ἓν † μέντοι τῶν πάντων, ἔστι δ' ὅτε καὶ δύο που καὶ τρία παρεντίθησιν ἤτοι ξένα παντάπασιν ἢ μὴ κατ' αὐτὸ τὸ σημαινόμενον, ὅπερ παρὰ τοῖς Ἕλλησιν εἴθιστο. τὰς δ' οὖν ἐπιφόρους ἔνιοι μὲν ἤκουσαν τὰς ἐγκυμονούσας, ὅσαι πλησίον εἰσὶ τῆς ἀποκυήσεως, ἔνιοι δὲ τὰς ῥᾳδίως συλλαμβανούσας καὶ συνεχῶς κυούσας. ταύταις οὖν φησιν τὰ κεφαλαλγικὰ καρώδη μετὰ βάρεος γινόμενα φλαῦρα. τῷ κοινῷ δὲ ἁπάντων τῶν οὕτως ἐχόντων τὸ ἐπιφόροις ὄνομα προσέρριψε, πάλιν δὲ τὸ μετὰ βάρεος ἐνταῦθα, ἵνα ζητῶμεν, ἆρά γε μετὰ τοῦ τὸ σύμπαν σῶμα φαίνεσθαι βαρὺ τῇ καμνούσῃ τοῦτο προσέθηκεν ἢ κεφαλαλγικὰ μετὰ τοῦ βαρύνεσθαι τὴν κεφαλὴν ἢ καρώδη μετὰ βάρους. ἀλλὰ καὶ ταῦτα πάντα διεξελθών τις οὐδὲν ἕξει πλέον εἰς πρόρρησιν οὐδὲ κατ' αὐτὸν τὸν γράψαντα. φησὶ γοῦν ἴσως γε ταύτῃσι καὶ σπασμῶδές τι παθεῖν ὀφείλει. ὅταν δ' ἀκούσῃς ἀνθρώπου λέγοντος ‘ἴσως’ περὶ τῶν κατὰ μέρος ὡς καθόλου τὴν ἀπόφασιν πεποιημένου προπετῶς, γίνωσκε σαφῶς σπάνιον εἶναι τὸ |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
