# In Hippocratis prorrheticum i commentaria iii 16.738

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.738

πρᾶγμα. λέλεκται δέ σοι πολλάκις ἐκπεπτωκέναι τὰ σπάνια τῆς προρρητικῆς θεωρίας. ἐὰν γὰρ ὡς ἐνδεχόμενον γενέσθαι λέγῃ τις, ἀκήκοας ἤδη πολλάκις ἐγκέφαλον παθόντος ἐνδέχεσθαι σύμπτωμα πᾶν ὁτιοῦν ἀκολουθῆσαι τῶν κατὰ τὰς αἰσθήσεις ἢ προαιρετικὰς κινήσεις, ἐὰν δ' ὡς πολλάκις γιγνόμενον, οὐ μόνον οὐ γίγνεται πολλάκις, ἀλλ' οὐδὲ ἀμφιδόξως ὃ νῦν εἶπεν. Τὰ ἐν φάρυγγι ἰσχνῷ ἀλγήματα πνιγώδεα ἔχει τι σπασμῶδες, ἄλλως τε καὶ ἀπὸ κεφαλῆς ὁρμῶντα, οἷον καὶ τῇ Θρασύνοντος ἀνεψιῇ. Καὶ κατὰ τοῦτ' ἄν τις οὐκ εἶναι γνήσιον Ἱπποκράτους ὑπολάβοι τὸ σύγγραμμα, καθ' ὃ ἔγραψε φάρυγγι ἰσχνῷ. ταύτην γὰρ ἔχει τὴν γραφὴν τά τε παλαιὰ τῶν ἀντιγράφων πάντα καὶ τὰ τῶν ἐξηγησαμένων ὑπομνήματα, πλὴν εἰ καὶ τοῦ γραφέως ἐστὶν ἁμάρτημα, καθάπερ καὶ ἄλλα |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
