Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.739
Not analysed yet
πολλὰ κατὰ πολλὰ τῶν ἀντιγράφων εὑρίσκεται. οἵ γε μὴν περὶ τὸν Ἀρτεμίδωρον καὶ Διοσκορίδην ἄντικρυς ἔγραψαν τὰ ἐν φάρυγγι ἰσχνῇ· καὶ γὰρ τοῖς ἀνωτέρω πᾶσιν ὁμολογουμένη ἡ γραφὴ τῆς φάρυγγος ὡσεὶ θηλυκῶς λεγομένης εὑρίσκεται καὶ κατὰ τήνδε τὴν λέξιν· "φάρυγξ ἐπώδυνος ἰσχνὴ μετὰ δυσφορίης πνιγώδης". ὅτι δ' ἀρρώστους θεώμενος ἔγραφεν αὐτῶν τὰς συνδρομάς, οὐκ ἐξ ὧν ἐθεάσατο τεχνώσας ἑαυτὸν οὐδ' εἰς τὸ καθόλου τὰ κατὰ μέρος ἀνάγων, εὔδηλόν ἐστιν κἀκ τούτου. φάρυγγος γὰρ κἂν ἅπαξ ἐμνημόνευσε, καθάπερ ἐν τῷ Προγνωστικῷ ἐποίησεν ὁ Ἱπποκράτης, ἅπαντα τὰ κατ' αὐτὴν διελθὼν ἐφεξῆς, οὐ πολλάκις ἄλλοτε ἐν ἄλλῳ μέρει τοῦ συγγράμματος. ὃ δ' οὖν λέγει κατὰ τὴν προκειμένην ῥῆσιν ὁ συγγραφεύς, εἰ τῶν πολλάκις εἰρημένων ἰδίᾳ μέμνησαι καὶ κατὰ ταύτην νοήσεις, ὅπως ἐκ τοῦ κατὰ μέρος εὑρεθέντος ἐπὶ τὴν καθολικὴν ἀπόφασιν ἐτόλμησε μεταβῆναι μεμνημένος ὀνομαστὶ τῆς Θρασύνοντος ἀνεψιῆς, ἐφ' ἧς τὴν γεγραμμένην συνδρομὴν ἐθεάσατο. |