# In Hippocratis prorrheticum i commentaria iii 16.740

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.740

Τὰ τρομώδεα, σπασμώδεα γενόμενα, ἐφιδρῶσι φιλυπόστροφα, τούτοις ἡ κρίσις ἐπιρριγώσασιν. οὗτοι ἐπιρριγέουσι περὶ κοιλίην καύματι προκληθέντες. Ταύτην τὴν ῥῆσιν ἔνιοι διαιροῦσιν εἰς δύο λόγους, ἕνα μὲν τόνδε· τὰ τρομώδεα σπασμώδεα γενόμενα· καὶ μέντοι καὶ ὁμολογοῦσιν αὐτοὶ κολοβὸν εἶναι τὸν λόγον τοῦτον καὶ κελεύουσιν προσυπακούειν αὐτῷ τι, περὶ οὗ σμικρὸν ὕστερον ἐρῶ. δεύτερον δὲ ἀφ' ἑτέρας ἀρχῆς ποιοῦσι· τὰ ἐφιδρῶσι φιλυπόστροφα· τούτοις ἡ κρίσις ἐπιρριγώσασιν. οἱ δέ γε συνάπτοντες ἀμφοτέρους τοὺς λόγους χωρὶς τοῦ ἄρθρου τοῦ τά γράφουσι· τὰ τρομώδεα σπασμώδεα γενόμενα, ἐφιδρῶσι φιλυπόστροφα. τοῦτο μὲν οὖν, ὅτι ψεῦδός ἐστιν, διὰ τῶν ἐξηγητῶν κατέγνωσται, τὸ δ' ἕτερον, ὅτι κολοβόν. ἀλλὰ τὸ μὲν ἐλλιπὲς τῆς λέξεως καὶ διὰ τὴν τοῦ γραφέως ἁμαρτίαν δύναται γεγονέναι, τὸ δὲ ψεῦδος οὐδεμίαν ἔχει παρα|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
