# In Hippocratis prorrheticum i commentaria iii 16.741

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.741

μυθίαν. τὰ γὰρ τρομώδεα σπασμώδεα γενόμενα τοῖς ἐφιδρῶσι φιλυπόστροφα γενέσθαι ψεῦδός ἐστιν, οὐ φιλυποστρόφων αὐτῶν, ἀλλ' ὀλεθρίων ὄντων, ἐάν τε ἐφιδρῶσιν αὐτοῖς εἴτε καὶ μή. θεασώμεθα οὖν αὐτά, ἃ λέγουσιν οὗτοι· ‘τὰ τρομώδεα σπασμώδεα γενόμενα θάνατον ἐπιφέρει’. δύνασθαι δὲ καὶ οὕτως· τὰ τρομώδεα ἢ σπασμώδεα καθ' ἑαυτὰ κελεύοντες ἀναγινώσκειν. δύνασθαι μὲν γάρ φασι καὶ οὕτω νοεῖσθαι· ‘τὰ τρομώδεα σπασμώδεα γενόμενα θάνατον ἐπιφέρει’, δύνασθαι δὲ καὶ οὕτω· ‘τὰ τρομώδεα ἢ σπασμώδεα γενόμενα μοχθηρά’, ἵνα τὸ μὲν πρότερον τὴν πάνυ τελείαν μετάπτωσιν ἐκ τῶν τρομωδῶν εἰς τὰ σπασμώδη διδάσκῃ, τὸ δὲ δεύτερον, ὅταν τοῖς τρομώδεσι πάθεσιν ἐπιγένηται τὸ σπασμῶδες, ἕπεσθαι θάνατον· ἑκάτερον μὲν γὰρ ὀλέθριον, ἀλλὰ τὸ μὲν πρότερον, ὡς μεταπιπτόντων τῶν τρομωδῶν εἰς τὰ σπασμώδη, πρὶν ἀποθνῄσκειν τὸν ἄνθρωπον, τὸ δὲ δεύτερον, ὡς πάντως μὲν μετὰ τούτου γιγνομένων, ὁπόταν δὲ γένηται, βέβαιον θάνατον ἐπιφερόντων. ᾧ δὲ ταῦτα φίλα, πάρεστιν αὐτοῖς χρῆσθαι.

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
