# In Hippocratis prorrheticum i commentaria iii 16.742

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.742

ἐγὼ δὲ μεταβή|σομαι πρὸς τοὺς ἀφ' ἑτέρας ἀρχῆς ἀναγινώσκοντας ἅμα τῷ ἄρθρῳ τὴν ῥῆσιν τὰ ἐφιδρῶσι φιλυπόστροφα, εἶτα διασιωπησάντων ἡμῶν καὶ μετὰ ταῦτα ἀναγνόντων τούτοις ἡ κρίσις ἐπιρριγώσασιν, ἵνα ὁ λόγος γένηται τοιοῦτος· τὰ ἐφιδρῶσι πεπαῦσθαι δόξαντα πάθη καὶ πάλιν ὑποστρέψαντα καὶ πάλιν ἀναπυρώσαντα καὶ πάλιν ἱδρῶσι δόξαντα λυθῆναι τὴν ἀληθῆ καὶ βεβαίαν ἴσχει λύσιν καὶ κρίσιν, ὅταν ἐπιρριγώσωσι. τὸ δ' ἑξῆς εἰρημένον οὗτοι ἐπιρριγέουσι περὶ τὴν κοιλίαν καύματι προκληθέντες ἕξει διάνοιαν τοιάνδε· καῦμα κατὰ τὴν κοιλίαν προηγεῖται μέλλοντος ἐπιγίνεσθαι τοῖς προειρημένοις τοῦ ῥίγους. Ὀσφύος πόνος καὶ κεφαλαλγικὸς καὶ καρδιαλγικὸς μετὰ ἀναχρέμψεως βιαίης ἔχει τι σπασμῶδες. <τὸ ὑπάφωνον ἅμα κρίσει ῥῖγος>. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
