# In Hippocratis prorrheticum i commentaria iii 16.743

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.743

Ἔνιοι μὲν ὡς ἅπαξ γεγραμμένου τοῦ καί συνδέσμου τὴν ῥῆσιν ἐξηγοῦνται βουλόμενοι τὸ ἔχειν τι σπασμῶδες οὐκ ἐπὶ τοῖς προειρημένοις τέσσαρσι γινόμενον, ἀλλὰ τρισὶν ἀληθῶς προλέγεσθαι. τέτταρα δὲ λέγω, τόν τε τῆς ὀσφύος πόνον καὶ τὴν κεφαλαλγίαν καὶ τὴν καρδιαλγίαν καὶ τὴν βιαίαν ἀνάχρεμψιν. διόπερ οὕτω γράφουσιν· ὀσφύος πόνος κεφαλαλγικῷ καὶ καρδιαλγικῷ. τινὲς δὲ γράφουσι τὸν καί σύνδεσμον δίς, ὡς κἀγὼ κατὰ τὴν ἀρχὴν εὐθέως ἔγραψα, διότι τὰ πλεῖστα τῶν ἀντιγράφων οὕτως ἔχει. δηλώσει δὲ πάλιν ἡ διαγραφὴ τοιόνδε τι τὸ τῆς ὀσφύος ἄλγημα· ἐάν τε καὶ κεφαλαλγικός τις ἐάν τε καὶ καρδιαλγικός τις ᾖ, μετὰ ἀναχρέμψεως βιαίας ἔχει τι σπασμῶδες. καίτοι καὶ οὕτω γραφόμενον ἐνδέχεται δηλοῦν αὐτὸ συναμφότερον γεγονέναι τῷ κάμνοντι καὶ τὸν τῆς ὀσφύος πόνον καὶ τὴν κεφαλαλγίαν. ἐγὼ δ' οὐκ ἐκ τῆς πείρας, ἀλλ' οὐδ' ἐκ τῆς τῶν πραγμάτων φύσεως ἀκόλουθον τοῖς εἰρημένοις σπασμὸν ἀποφήνασθαι δύναμαι. καὶ μέντοι καὶ αὐτὸς ὁ γράψας ταῦτα προσέθηκεν ἔχει τι σπασμῶδες, ὅπερ οὐ ταὐτόν ἐστιν |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
