# In Hippocratis prorrheticum i commentaria iii 16.744

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.744

τῷ φάναι σπασμώδη τὰ τοιαῦτα συμπτώματα ὑπάρχειν. εἴρηται δέ μοι καὶ πρόσθεν, ὡς οὐχ ὁμοίως ἀκούειν προσήκει λέγοντος εὐλαβοῦς ἀνθρώπου τὰς τοιαύτας φωνὰς καὶ τοῦ ῥᾳδίως ἀποφαινομένου περὶ τῶν κατὰ μέρος ὡς καθολικῶν, ὅταν γὰρ ὁ προπετὴς ἀμφιβάλλων εἴπῃ ἔχει τι σπασμῶδες, ἐνδείκνυται σμικρὸν ἢ σπανίως γιγνόμενον εἶναι τὸ λεγόμενον. περὶ δὲ τῆς δυνάμεως ἑκάστου τῶν εἰρημένων συμπτωμάτων ἐν ταῖσδε ταῖς ῥήσεσιν ἁπάσαις, ὅσας κατὰ τὸ τρίτον ὑπόμνημα τοῦτο μεταχειρίζομαι, λέλεκταί μοι διὰ βραχέων μὲν ἐν τῷ πρώτῳ καὶ δευτέρῳ τῶνδε τῶν ὑπομνημάτων, κατὰ διέξοδον δὲ ἔν τε τοῖς Εἰς τὸ προγνωστικὸν ὑπομνήμασι καὶ μᾶλλον ἔτι κατά τε τὰ Περὶ κρίσεων καὶ τὰς τῶν Συμπτωμάτων αἰτίας. οὐκ ὀλίγα δὲ καὶ ἐν τοῖς τῶν Ἐπιδημιῶν εἴρηται περὶ αὐτῶν· ἀρκέσει τοιγαροῦν ἐνταῦθα μόνην τὴν λέξιν ἐξηγεῖσθαι μετὰ τοῦ προσεπιφθέγγεσθαι, πότερον ἀληθὲς ἢ ψευδές ἐστιν τὸ λεγόμενον καὶ πότερον ὡς τὸ πολὺ ἢ ἀμφίδοξον ἢ σπάνιον. ἐφεξῆς δὲ τῷ ἔχει τι σπασμῶδες γέγραπται τὸ ὑπάφωνον

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
