# In Hippocratis prorrheticum i commentaria iii 16.745

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.745

ὄνομα, τινῶν | μὲν συναπτόντων αὐτὸ τοῖς προειρημένοις, ὡς γίνεσθαι τοιαύτην τὴν λέξιν ἔχει τι σπασμῶδες ὑπάφωνον, τινῶν δὲ ἀρχὴν ἡγουμένων τῆς ἐπιφερομένης ῥήσεως καὶ τούτων αὐτῶν πάλιν ὑπαλλαττόντων τὴν γραφήν· ἔνιοι μὲν γὰρ ἄνευ τοῦ ἄρθρου γράφουσιν, ἔνιοι δὲ προστιθέασιν ἄρθρον οὐδέτερον τοιάνδε ποιοῦντες τὴν λέξιν· τὸ ὑπάφωνον ἅμα κρίσει ῥῖγος ἀπὸ κοιλίης ὑποπέλια, ταραχώδεα καὶ οὖρα λεπτά. τινὲς δὲ καὶ καθ' ἑαυτὸ μόνον ἀναγινώσκουσι τὸ ἅμα κρίσει ῥῖγος οὔτε τοῖς προειρημένοις συντάττοντες οὔτε τοῖς ἑπομένοις. ἔνιοι δὲ ὅλην ὑπαλλάξαντες τὴν λέξιν οὕτως ἔγραψαν· ὑπόφοβον ἅμα κρίσει ῥῖγος. ἐφεξῆς οὖν σοι τὴν ἐξήγησιν ἑκατέρων ἀκριβῶς κατὰ μόνας γράψω. ἅμα κρίσει ῥῖγος· τοῦθ', ὡς ἔφην, ἔνιοι καθ' ἑαυτὸ γεγράφθαι βούλονται σημαῖνον κρίσεις πολλὰς γίνεσθαι σὺν ῥίγει. ὑπόφοβον ἅμα κρίσει ῥῖγος. εἶπον ἤδη καὶ πρόσθεν ὑπαλλάξαντας ἐνίους τὴν ὑπάφωνον γραφὴν ὑπόφοβον γράψαι. τὴν δ' ἐξήγησιν αὐτὴν διττὴν ποιοῦνται, τινὲς μὲν |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
