Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.746
Not analysed yet
ἀντὶ τοῦ φοβερὸν ἅμα κρίσει ῥῖγος εἰρῆσθαι νομίζοντες, ἔνιοι δὲ τὸ μετρίως φοβερὸν, ἵν' ὅμοιον ᾖ τὸ ὑπάφωνον ἅμα κρίσει ῥῖγος τῷ ὑπόφοβον. εἴη δ' ἂν καὶ τρίτη τις ἐξήγησις τῆς γραφῆς ταύτης τοιάδε· τὸ συντίθεσθαι καθ' ὁντινοῦν τρόπον ῥῖγος οὐκ ἀγαθόν ἐστιν, οἷον ἐὰν ἤτοι δι' αἱμορραγίας τις ἢ ἐμέτου ἢ γαστρὸς κενώσεως ἢ ἱδρώτων ἢ αἱμορροΐδος κρινόμενος ἢ γυνὴ διὰ καταμηνίων ἐν ῥίγει γένηται, τὸ μὲν προηγήσασθαι ῥῖγος ἐκκρίσεώς τινος ἀγαθῆς πολλάκις φαίνεται γινόμενον, τὸ δὲ ἐκκρινόντων ἤδη ῥῖγος ἄρξασθαι φαῦλον. τοῦτο δ' ὅτι μὲν ἀληθές ἐστιν, οἱ πολλοὺς ἀρρώστους τεθεαμένοι ἐπιμελῶς γινώσκουσιν, εἰ δ' ὁ γράψας τὸ Προρρητικὸν οὕτως ἐνόησε, μαντείας δεῖται· τὴν ἀρχὴν γὰρ οὐδ' εἰ γέγραπται πρὸς ἐκείνου τὸ ὑπόφοβον ἴσμεν· ἐν γοῦν τοῖς πλείστοις τῶν παλαιῶν ἀντιγράφων οὐχ οὕτως γέγραπται. |