# In Hippocratis prorrheticum i commentaria iii 16.747

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.747

Ἀπὸ κοιλίης ὑποπέλια, ταραχώδεα καὶ οὖρα λεπτά, ὑδατώδεα, ὕποπτα. Περὶ τούτων ἑκατέρων κατὰ μόνας ἐδίδαξεν Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ τά τε κατὰ κοιλίαν ὑπερχόμενα πελιὰ μοχθηρὰ λέγων εἶναι καὶ τὰ οὖρα τὰ λεπτὰ καὶ ὑδατώδεα. νυνὶ δ' οὗτος, ὥσπερ αὐτῷ σύνηθες, ἑτερογενῆ σημεῖα συμπλέκων οὐδὲν πλέον διδάσκει. ἐξῆν γοῦν αὐτῷ καὶ τούτοις ἐπισυνάψαι περὶ πτυσμάτων πονηρῶν ἢ δυσπνοίας ἤ τινος ἄλλου τῶν φαύλων σημείων. ἔνιοι μέντοι τῶν ἐξηγητῶν ταύτην τὴν ῥῆσιν ἐπισυνάπτουσι τῷ "ὑπάφωνον ἅμα κρίσει ῥῖγος" καὶ μίαν ὅλην ποιήσαντες ἐπὶ πᾶσι τοῖς εἰρημένοις φασὶν ἀπόφασιν γεγονέναι τῷ συγγραφεῖ τὸ κατὰ τὸ τέλος εἰρημένον ὕποπτα. καὶ τούτοις μὲν γὰρ τοῖς ἀπὸ κοιλίης ὑποπελίοις καὶ οὔροις λεπτοῖς ὑδατώδεσι οὐκ ἀλόγως ἐπιφέρεται τὸ ὕποπτα. τούτοις δ' ἄν τις προς|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
