# In Hippocratis prorrheticum i commentaria iii 16.748

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.748

θῇ καὶ τὸ "ὑπάφωνον", οὐχ ὕποπτον φήσει τὴν συνδρομήν, ἀλλὰ καὶ κακὴν εἶναι σαφῶς. Φάρυγξ τρηχυνθεῖσα ἐπ' ὀλίγον καὶ κοιλίη διαβορβορύζουσα κεναῖς ἐξαναστάσεσι καὶ μετώπου ἀλγήματα, ψηλαφώδεες, κοπιώδεες, ἐν στρώμασι καὶ ἱματίοις ὀδυνώδεες, τὰ ἐκ τούτων αὐξανόμενα δύσκολα· ὕπνος πολὺς ἐν τούτοισι σπασμῶδες καὶ τὰ εἰς μέτωπον ἀλγήματα βαρέα καὶ οὔρησις δυσκολαίνουσα. Καὶ τὴν διαβορβορύζουσαν κοιλίαν κεναῖς ἐξαναστάσεσιν ἔνιοί φασι φρενιτικὸν εἶναι σύμπτωμα. διττὸν γὰρ ἁμαρτάνειν τρόπον αὐτούς, ἢ τῶν αἰσθητῶν οὐκ αἰσθανομένους, καίτοι σὺν ὀδύνῃ γιγνομένων πολλάκις, ἢ τῶν μὴ αἰσθητῶν αἰσθάνεσθαι δοκοῦντας. κατὰ δὴ τὸν δεύτερον τρόπον φασὶν ἐξανίστασθαι μὲν ὡς δακνομένους, μὴ ἐνεργεῖν δέ, ἐπεὶ μηδὲ τὸ δάκνον ἦν τι· δάκνεσθαι γὰρ οἴονται |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
