# In Hippocratis prorrheticum i commentaria iii 16.749

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.749

μὴ δακνόμενοι. τὸ δὲ ἐν στρώμασι καὶ ἱματίοις ὀδυνώδεες κατὰ τὸ σύνηθες εἶδος αὐτῷ τῆς ἑρμηνείας ἀλλοκότως εἴρηται διάνοιαν ἔχον τοιάνδε· ‘μὴ φέροντες τὴν ψαῦσιν τῶν ὑποβεβλημένων τε καὶ ὑπεστορεσμένων αὐτοῖς, ἀλλ' ὀδυνώμενοι’. πότερον μέντοι γε διὰ τὸ βαρύνεσθαι ὑπὸ τῶν ἐπικειμένων (σκληρὰ γὰρ εἶναι δοκεῖ ἢ δακνώδη τὰ ὑποβεβλημένα καὶ ὅσα περίκειται) δυσχεραίνουσι τοῖς ἱματίοις ἢ δι' ἄλλο τι, τοῦτο αὐτοῖς συμβαίνει παντάπασιν ἄδηλον. μετὰ δὲ τοῦτο καὶ τῶν ἄλλων κατὰ λόγον ἐφεξῆς εἰπὼν ὕπνος πολὺς ἐν τούτοισι σπασμῶδες ἀφορμὴν παρέχει ζητήσεως τοῖς σοφισταῖς, εἰ δύναταί ποτε βλάπτειν ὕπνος. ἢ γὰρ ὠφελεῖν αὐτόν φασιν ἢ εἰ μηδὲν ὠφελεῖ, οὐ μὴν βλάπτειν ποτέ. λέλεκται δέ μοι περὶ τούτου πρόσθεν ἐν τοῖς Εἰς τοὺς ἀφορισμοὺς ὑπομνήμασιν. οὐ μὴν οὐδ' εἰ βλάπτει ὁ πολὺς ὕπνος, δοκεῖ σπασμῶν εἶναι ποιητικός, ἀλλὰ μόνον, ὅτι κινδυνῶδές ἐστιν τὸ νόσημα, δηλοῖ. τὸ δὲ οὔρησις δυσκολαίνουσα θαυμαστῶς εἰς ἀσάφειαν ἐπινενόη|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
