# In Hippocratis prorrheticum i commentaria iii 16.750

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.750

ται τῷ συγγραφεῖ, ἵν' ὁ μέν τις εἴπῃ τῶν ἐξηγητῶν τὴν μετ' ὀδύνης εἰρῆσθαι δυσκολαίνουσαν, ὁ δέ τις τὴν ἐπεχομένην, ἄλλος δέ τις τὴν μόγις γιγνομένην καὶ τὴν συνεχῶς καὶ τὴν κατὰ στράγγα, τὴν δάκνουσαν δ' ἰσχυρῶς ἄλλος. ὅταν δὲ δὴ πάντα διεξέλθωμεν, οὐδὲν ἀξιόλογον εἰς πρόγνωσιν εἰσόμεθα δι' ἣν πολλάκις εἶπον αἰτίαν, ἐπιπλέκοντος αὐτοῦ πάμπολλα τῶν ἀνομοιογενῶν συμπτωμάτων. ἀπόδειξις δὲ τούτου μεγίστη καὶ τὸ τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐνίους μὲν ἄχρι τοῦ ὕπνος πολὺς ἐπὶ τοῖς σπασμώδεσιν ἐξήκειν οἴεσθαι τὴν ῥῆσιν ἀπ' ἄλλης ἀρχῆς κελεύοντας ἀναγινώσκειν τὰ μετὰ ταῦτα, τινὰς δὲ συνάπτειν, καὶ τῶν συναπτόντων ἄλλους ἐπ' ἄλλῳ μέρει τῶν ἐφεξῆς εἰρημένων ἀξιοῦν περιγράφεσθαι τὴν ῥῆσιν. ἐὰν οὖν ἅπαντα διέρχηταί τις, οἷα καθ' ἑκάστην ὑπόνοιαν ἰδίως εἰρήκασιν οἱ ἐξηγηταί, μακρὸν μὲν ἐργάσεται τὸν λόγον, ὀνήσει δ' οὐδὲν τοὺς ἐντυγχάνοντας. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
