# In Hippocratis prorrheticum i commentaria iii 16.754

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.754

Καὶ αἱ τραχήλου καὶ αἱ μεταφρένου καταψύξιες δοκέουσαι καὶ ὅλου δὲ τοῦ σώματος· ἐν τούτοισι καὶ ἀφρώδεες οὐρήσιες ἅμα ἀψυχίῃ καὶ ὀμμάτων ἀμαυρώσεις σπασμὸν ἐγγὺς σημαίνουσιν. Ἐν πολλοῖς μὲν τῶν ἀντιγράφων ἡ ῥῆσις γέγραπται οὕτως καταψύξιες δοκέουσαι, κατ' ἔνια δὲ ἄμεινον ὡδί δοκέουσαι δι' ὅλου τοῦ σώματος, ὡς ἀδύνατον ὅλον ἅμα κατεψῦχθαι τὸ σῶμα καὶ διὰ τοῦτ' αὐτὸ καλῶς προσκείμενόν ἐστιν τὸ δοκέουσαι. τὸ δ' ἐφεξῆς εἰρημένον οὐ σμικρὰν διαφωνίαν ἔσχηκεν ἐν τῇ γραφῇ, τινῶν μὲν ἀφρώδεες οὐρήσιες γραφόντων, τινῶν δὲ πυώδεες. εὐλογώτερον δὲ ὡς πρὸς τὴν ὅλην διάνοιάν ἐστιν τὸ ἀφρώδεες· αἱ μὲν γὰρ πυώδεις οὐρήσεις, ἐάν γε κυρίως ἀκούωμεν, καὶ μὴ καθάπερ εἴωθεν ὁ τοῦ βιβλίου συγγραφεὺς ἀκύροις μεταφοραῖς ὀνομάτων χρῆσθαι, πῦον ἐπιμεμῖχθαι τοῖς οὔροις δηλοῦσι. πύου δὲ γένεσις οὐ μόνον οὐ δύναται ση|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
