# In Hippocratis prorrheticum i commentaria iii 16.758

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.758

ἀλλὰ ταῦτα μὲν ὅπως ἂν | ἔχῃ, τὰ συμπτώματα μοχθηρά, καὶ δοκεῖ τι συντελεῖν εἰς τὴν τῆς προκειμένης ῥήσεως ἀλήθειαν. ἄξιον δὲ ζητήσεως διὰ τί προσέθηκεν· οἱ ἐν ὕπνοις ἱδρῶτες ἐν τούτοισιν ἀγαθοί. οὐδὲν γὰρ ἐξαίρετον τοῖς οὕτω νοσοῦσιν ἀπὸ τῶν ἐν τοῖς ὕπνοις ἱδρώτων ὠφελούντων μόνοις. κοινὸν γάρ ἐστι τὸ τῶν ὠφελίμων ἱδρώτων ἐπί τε τοῖς εἰρημένοις παθήμασι καὶ τοῖς ἄλλοις ἅπασιν ἑτέρων διορισμῶν δεόμενον, οἷον εἰ ἐπὶ πέψει τοῦ νοσήματος, εἰ δι' ὅλου τοῦ σώματος, εἰ ἐν ἡμέραις κρισίμοις, εἰ παύσουσι τούς τε πυρετοὺς καὶ τὰ συμπτώματα. τὸ δὲ ἐν ὕπνοις τοὺς ἱδρῶτας ἐγρηγορόσι γίνεσθαι περιττόν. ἔνιοι μέντοι βουλόμενοι τῷ λόγῳ βοηθεῖν φασιν ἐπὶ τῶν σπωμένων ἱδρῶτας γίνεσθαι διὰ τὴν συντονίαν τοῦ παθήματος. ἐὰν οὖν ἐκλελυμένου καὶ κεχαλασμένου τοῦ σώματος, ὅπερ ἐν τοῖς ὕπνοις συμβαίνει, γένηται τοῦτο, κατὰ φύσιν οἰητέον ἱδροῦν αὐτούς. τὸ δ' ἐφεξῆς εἰρημένον ἔτι μείζονα τὴν ἀπορίαν ἔχει γράψαντος αὐτοῦ· ἆρά γε καὶ τῷ ἱδρῶτι κουφίζεσθαι τοῖσι πλείστοισιν οὐ πονηρόν; οὐδεμίαν γὰρ ἀμφιβολίαν ἔχει |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
