# In Hippocratis prorrheticum i commentaria iii 16.769

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.769

ἆρά γε ἐκ τοιούτων κωματώδεες; ἐφάνη | γοῦν αὐτὸ διὰ τῶν ἔμπροσθεν ἀεὶ προσγράφων, ἐφ' ὧν οὐδ' αὐτὸς ἀποφήνασθαί τι τολμᾷ. καὶ μέντοι καὶ τἆλλα τὰ ἐφεξῆς ἄχρι τέλους τῆς ῥήσεως ὁμοίαν ἔχει τὴν ἀτοπίαν, ὥστ' ἴσως ἐχρῆν ἡμᾶς ἤδη πεπαῦσθαι τῆς ἐξηγήσεως τῶν ὑπολοίπων ἐν τῷ βιβλίῳ ῥήσεων. τοῖς μὲν γὰρ ἀκριβῶς ἐκμεμαθηκόσι, τίνα τε ἐν τοῖς Ἱπποκράτους γέγραπται βιβλίοις, ὅσα τε κατὰ τὰς ἐξηγήσεις αὐτῶν ὑπ' ἐμοῦ λέλεκται, γινώσκειν ὑπάρχει, τίνα μὲν τῶν σημείων ἔγραψεν, ἵνα ἔχῃ τὴν προγνωστικὴν ὡσαύτως ἔχουσαν ἀεί, τίνα δ' ὡς τὸ πολύ, τίνα δ' ἀμφίβολον ἢ σπάνιον, ἔτι τε τὰς ἐν τούτοις αὐτοῖς ἐν τῷ μᾶλλόν τε καὶ ἧττον διαφοράς, ὥστ' οὐδὲν ἐμοῦ πρὸς τὰ παρόντα δέονται. τοῖς δὲ πρὶν ἐκεῖνα μαθεῖν ἐπὶ ταῦτα ἐλθοῦσι μακροῦ πάνυ λόγου καθ' ἕκαστον αὐτῶν ἐστιν χρεία, ὥστε μὴ τριῶν, ἀλλὰ τριάκοντα δεηθῆναι βιβλίων. ἐγὼ μὲν οὖν τὰς ἐν τοῖς πιστοῖς τῶν ἀντιγράφων ὁμολογουμένας γραφὰς ἐν τῇ προκειμένῃ ῥήσει διῆλθον. εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ † γραφαὶ ἄλλαι ἄλλως, |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
