# In Hippocratis prorrheticum i commentaria iii 16.770

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.770

ὡς ἂν ἐθέλωσιν. ἀλλ' εἰς ἄπειρον, ὡς ἔφην, μῆκος ἐκπεσεῖν ἀναγκασθήσομαι πασῶν μνημονεύων. Τὰ ἐξ ὀσφύος εἰς τράχηλον καὶ κεφαλὴν ἀναδιδόντα παραλύσαντα παραπληκτικὸν τρόπον σπασμώδεα παρακρουστικά· ἆρά γε καὶ λύεται τὰ τοιαῦτα σπασμῷ; ἐκ τῶν τοιούτων ποικίλως διανοσέουσι διὰ τῶν αὐτῶν ἰόντες. Καὶ κατὰ ταύτην τὴν ῥῆσιν ἄδηλόν ἐστιν, ὅπως ἀναγινώσκειν ἡμᾶς ὁ γράψας ἠβουλήθη, πότερον ἐφεξῆς ἅπαντα συνάπτοντας τὰ συμπτώματα, κἄπειτα ἐπ' αὐτοῖς λέγοντας, ἆρά γε καὶ τὰ τοιαῦτα λύεται σπασμῷ ἢ μέχρι τοῦ παραλύσαντα παραπληκτικὸν τρόπον ἐφεξῆς ἀναγνῶναι, εἶτα διασιωπήσαντας πάλιν ἐφεξῆς εἰπεῖν· σπασμώδεα παρακρουστικά. τινὲς μὲν γὰρ οὕτως, τινὲς δ' ἐκείνως ἀνέγνωσαν.

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
