# In Hippocratis prorrheticum i commentaria iii 16.771

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.771

ἐφεξῆς γάρ φησιν· ἆρά γε καὶ τὰ τοιαῦτα | λύεται σπασμῷ; τὸ μὲν οὖν τὰ σπασμώδη λύεσθαι σπασμῷ τῶν ἀτόπων ἐστίν, τὰ δὲ προειρημένα λύεσθαι σπασμῷ πιθανώτερον ἄν τις ἀκούσειεν. ἔστιν δὲ τὰ προειρημένα ταυτί· τὰ ἐξ ὀσφύος εἰς τράχηλον καὶ κεφαλὴν ἀναδιδόντα, παραλύσαντα παραπληκτικὸν τρόπον, ὕστερον γενέσθαι σπασμώδη καὶ γενόμενα τοιαῦτα λῦσαι τὴν παραπληγίαν. ταῦτα γὰρ ἔχειν τινὰ νοῦν φαίνεται διὰ τὸ τὴν παραπληγίαν τοιοῦτον πάθος ὑπάρχειν ἑνὸς μορίου τοῦ σώματος, ὁποῖόν ἐστιν ἡ ἀποπληξία τοῦ παντός, τούτῳ δ' ἐναντιώτατον εἶναι κατά γε τὴν κίνησιν αὐτὴν πάθημα τὸν σπασμόν· ἀκίνητα γὰρ ἐργαζομένης τὰ πεπονθότα μόρια τῆς παραπληγίας, ὁ σπασμὸς εἰς κίνησιν ἄγων σφοδροτέραν τοῦ κατὰ φύσιν, ὡς διασεῖσαι ταῦτα βιαίως, εἰ ἔμφραξις ἢ σφήνωσις ὑγρῶν παχέων ἢ γλίσχρων ἐν τοῖς νεύροις εἴη, κατὰ τοῦτο δόξειεν ἂν ὠφελεῖν τὴν παραπληγίαν. τὸ δ' ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἰρημένον ἐκ τῶν τοιούτων ποικίλως διανοσέουσι διὰ τῶν αὐτῶν ἰόντες θεάσασθαί μοι δοκεῖ γεγονὸς ἐπί τινος. εἶδον οὖν ἅπαξ κἀγὼ παραπλησίως |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
