# In Hippocratis prorrheticum i commentaria iii 16.772

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.772

τινὰ διατεθέντα καὶ μετάπτωσιν ἔχοντα ποικίλως ἄλληλα διαδεχομένων τῶν συμπτωμάτων· ἐγένετο δὲ κἀκείνῳ ταῦτα προηγησαμένων ἀλγημάτων ὀσφύος καὶ τραχήλου καὶ κεφαλῆς, ἐφ' οἷς ἡ χεὶρ ὅλη δυσαίσθητός τε καὶ δυσκίνητος ἦν, ὥσπερ γε καὶ κατὰ ταύτην τὴν ῥῆσιν εἴρηται παραπληκτικὸν τρόπον, οὐκ οὔσης ἀκριβοῦς παραπληγίας, εἶτα σπασμὸς ἐπιγενόμενος αἰσθητικωτέραν τε καὶ πρὸς τὰς κινήσεις ἑτοιμοτέραν αὐτὴν εἰργάσατο. παυσαμένου δὲ τοῦ σπασμοῦ κατὰ βραχὺ πάλιν ἐγένετο χείρων, εἶτα καὶ τὰ κατ' ὀσφὺν καὶ τράχηλον καὶ κεφαλὴν αὖθις ἀλγήσας, ἀθρόαν ἔσχεν αὔξησιν τῆς κατὰ τὴν χεῖρα παραπληγίας, εἶτ' αὖθις σπασμὸν εἶχε πάλιν οὐ σμικρόν. Οἱ ἐν ὑστερικαῖς ἀπύρως σπασμοὶ εὐχερεῖς, οἷον καὶ Δορκάδι. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
