# In Hippocratis prorrheticum i commentaria iii 16.773

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.773

Κἀνταῦθα τὸ γινωσκόμενον ἡμῖν ἐφαρμόζομεν τῇ ῥήσει μηδὲν ἀπ' αὐτῆς διδασκόμενοι. τὸ γὰρ εὐχερὲς ὄνομα τῶν ἀμφιβόλων ἐστὶν ὅσον ἐφ' ἑαυτῷ. δύναται γοῦν τις ἀκούειν ἐξ αὐτοῦ καὶ τὸ εὔλογον τῆς γενέσεως τῶν ἐπὶ ὑστερικοῖς παθήμασι γινομένων σπασμῶν, δύναται δὲ καὶ τὸ ἀκίνδυνον αὐτῶν εἰρῆσθαι, ὥστε αὐτὴ μὲν ἡ ῥῆσις οὐδὲν διδάσκει καθάπερ οὐδ' ἄλλος τις λόγος ἀμφίβολος. οἱ φθάνοντες δ' ἐπίστασθαι τὴν ἐν τοῖς λεγομένοις πράγμασιν ἀλήθειαν ἐφαρμόττουσιν ἑνὶ μέρει τῆς ἀμφιβολίας, ἐνίοτε δὲ καὶ δυσίν, ὥσπερ καὶ νῦν ἀναγινώσκουσιν οὗτοι· ταῖς γὰρ ὀνομαζομέναις ὑστερικαῖς γυναιξίν, αἳ ταῖς ὑστερικαῖς πνίξεσιν ἁλίσκονται, καὶ γίνονται συνεχεῖς ὅλου τοῦ σώματος συνολκαὶ σπασμώδεις καὶ οὐχ ὁμοίως ἔχουσι τοῖς ἄλλοις σπασμοῖς κίνδυνον. ἐπεὶ δὲ καὶ ταῖς μεγάλαις τῆς μήτρας φλεγμοναῖς ἐνίοτε σπασμοὶ συνεδρεύουσι, τούτων ἀφώρισε τοὺς νῦν εἰρημένους προσθεὶς τῇ ῥήσει τὸ ἀπύρως, ὅπερ ἔστι χωρὶς πυρετοῦ. πρόδηλον γὰρ ὅτι ταῖς

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
