# In Hippocratis prorrheticum i commentaria iii 16.774

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.774

φλεγμοναῖς τῆς μήτρας ***, ἀλλ' οὐδὲ | γίνονται πολλάκις· [ἐπὶ φλεγμονῇ μήτρας] οἱ σπασμοὶ γενόμενοι κινδυνώδεις εἰσί. Κύστις ἀποληφθεῖσα ἄλλως τε καὶ μετὰ κεφαλαλγίης ἔχει τι σπασμῶδες. τὰ ναρκωδῶς ἐν τούτοισιν ἐκλυόμενα δύσκολα, οὐ μὴν ὀλέθρια. ἆρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον; Ἀπόληψιν οὔρων ὥσπερ καὶ διαχωρημάτων εἴωθεν ἀντὶ τῆς ἐπισχέσεως ὀνομάζειν. ἔχειν οὖν φησίν τι σπασμῶδες αὐτὴν ἐν ἴσῳ τῷ δύνασθαι σπασμόν ποτε ἐργάσασθαι καὶ μάλισθ', ὅταν ἄλγημα προσγένηται κεφαλῆς· δηλοῖ γὰρ ἐν συμπαθείᾳ τῆς κύστεως τὴν τῶν νεύρων ἀρχὴν γεγονέναι. τὸ δ' ἐπιφερόμενον τούτῳ κατὰ τὴν ῥῆσιν, ἐν ᾧ τὰ ναρκωδῶς ἐν τούτοισιν ἐκλυόμενα γέγραπται, διττῶς ἐξηγήσαντο, τινὲς μὲν ἐπ' αὐτῶν τῶν οὔρων εἰρῆσθαι φάσκοντες, ὡς εἰ ἐκ τῆς

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
