# In Hippocratis prorrheticum i commentaria iii 16.776

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.776

οὐδὲν ὡς πρὸς τὴν διάνοιαν· εἰ γὰρ καὶ μὴ προσκέοιτο, συνυπακούεται τῷ κατ' ἀρχὴν εἰρημένῳ σπασμὸν ἐπικαλέονται. προφανῶς οὖν ἐδήλωσεν ἐνταῦθα τὸ φανὲν αὐτῷ καθ' ἕκαστον ἄρρωστον, ὅταν ἄξιον εἶναι αὐτῷ δόξῃ γραφῆς, ἑρμηνεύων, εἶτα ἐνίοτε μὲν ἀποφαινόμενος ὡς καθολικόν, ἐνίοτε δὲ διαπορῶν, ὥσπερ καὶ νῦν ἐπί τινος διακοπέντος ὀστοῦν τῆς κεφαλῆς κατὰ κρόταφον, ὃς ἐμέθυε μέν, ἡνίκα ἐπλήγη, παραχρῆμα δὲ αἱμορραγήσας ἰσχυρῶς ὕστερον ἐσπάσθη. τριῶν οὖν αὐτῷ προσγενομένων, ἑνὸς μὲν τῆς κατὰ τὸν κρόταφον διακοπῆς, δευτέρου δὲ τοῦ μεθύοντος γενέσθαι τοῦτο καὶ τρίτου τῆς αἱμορραγίας, ζητεῖ, διὰ τί τούτων ὁ σπασμὸς ἐγένετο. καὶ τοίνυν ἀποκρινοίμην ἂν ῥᾳδίως αὐτῷ, περὶ μὲν τῆς κατὰ τὸν κρόταφον διακοπῆς Ἱπποκράτην λέγειν, ὅτι καὶ "πληγαὶ καίριοι καὶ καροῦσαι αἱ κροταφῖται γίνονται" καὶ μέντοι καὶ ὅτι ‘ἐν σπασμοῖς καὶ τετάνοις οἱ κροταφῖται μύες πρῶτοι πάσχουσι’. περὶ δὲ τῆς μέθης τὸν ἀφορισμὸν ἐκεῖνον εἰρῆσθαι· "ἢν μεθύων τις |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
