# In Hippocratis prorrheticum i commentaria iii 16.779

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.779

οὕτως ἔγρα|ψαν, ἀντὶ τοῦ ἐν ἱδρῶτι ποιήσαντες αὐτό. τὸ δὲ ἆρα γε τούτοισιν ἐπί τινας ἡμέρας κοιλίαι καθυγραίνονται; τεθεαμένος ἐπ' ἀρρώστου δηλονότι γενόμενον οὕτως ἔγραψε ζητῶν, εἰ πολλοῖς δύναται τοῦτο συμβαίνειν· ἀποκρίνασθαι δ' αὐτῷ βεβαίως, ὅσον ἐπὶ τοῖς εἰρημένοις, οὐδὲν ἔχομεν. ὅπως γὰρ ἔχει τὰ ἄλλα τῷ τοιούτῳ ἀρρώστῳ χρὴ προσδιορίσασθαι, περὶ ὧν οὐδὲν εἴρηκε. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ περὶ τῶν ἀποστησαμένων εἰς ἄρθρα· μεμάθηκας γάρ, ἐκ τίνων σημείων χρὴ τὰ τοιαῦτα διορίζεσθαι, περὶ ὧν οὐδὲν εἴρηται νῦν. Τὰ ἐπ' ὀλίγον θρασέως παρακρούοντα μελαγχολικά. ἢν δὲ ἀπὸ γυναικείων ᾖ, θηριώδεα· ἐπὶ πλείω δὲ ταῦτα συμπίπτει, ἆρά γε καὶ σπασμώδεες αὗται; ἆρά γε καὶ αἱ μετὰ κάρου ἀφωνίαι, σπασμώδεες αὗται; οἷον τῇ τοῦ σκυτέος θυγατρὶ ἤρξατο γυναικείων παρεόντων. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
