# In Hippocratis prorrheticum i commentaria iii 16.782

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.782

ὄντας τε καὶ ὀνομαζομένους, ἀλλὰ μάλιστα μὲν εἰ οἷόν τε τοὺς φύσει συνετούς, εἰ δὲ μή, ἀλλά γε μὴ τοὺς νωθροὺς τὴν διάνοιαν. ἐν μέντοι τῷ νῦν λόγῳ πρόσκειται τὸ ὑπερεκλάμπειν τοὺς ὀφθαλμούς, ὅπερ ἦν αὐτὸ καθ' αὑτὸ τῶν θυμουμένων γνώρισμα, ὃ τάχα συνελθὸν τῷ ἀτενεῖ ὄμματι, τοῦτ' ἔστι τῷ θρασεῖ, σφοδροτέραν ἐνδείξεται γενήσεσθαι τὴν παραφροσύνην. ἐκ περιττοῦ δὲ ὡς πρὸς τὴν τοῦ παραφρονῆσαι αὐτοὺς τοιαύτην πρόρρησιν ἐμνημόνευσε τῶν σπασμωδῶν. καὶ γὰρ καὶ χωρὶς αὐτῶν δύναται γενέσθαι παραφροσύνη καὶ παρόντων αὐτῶν μὴ γενέσθαι. τὸ δὲ διανοσήσειν αὐτοὺς μακροτέρως ἔτι καὶ μᾶλλον εἰκῆ λέλεκται· οἷς γὰρ σπασμώδεσιν ἐκλάμπουσιν ἀτενὲς οἱ ὀφθαλμοί, τούτους εὔλογον ὀξέως νοσῆσαι μᾶλλον, οὐ χρονίως. Τὰ ἀνάπαλιν αἱμορραγέοντα κακὸν οἷον ἐπὶ σπληνὶ μεγάλῳ ἐκ δεξιοῦ ῥέοντα καὶ τὰ καθ' ὑποχόνδριον ὡσαύτως. ἐφιδρῶντι δὲ κάκιον. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
