# In Hippocratis prorrheticum i commentaria iii 16.787

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.787

κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα." πολλῶν δὲ ὄντων κρισίμων, καθ' ἕκαστον αὐτῶν πάλιν ἴδιος γίνεται λόγος, ἐπὶ μέρους μὲν ὡς πρὸς τὸν εἰρημένον, ἐν τῷ καθόλου δὲ ὡς πρὸς τοὺς ὑποτεταγμένους, οἷός περ καὶ ὁ τοιόσδε· ‘αἱμορραγία μὴ κρίνουσα θανατώδης ἢ δύσκριτος.’ οὕτω δὲ καὶ ἱδρὼς ἢ πλῆθος οὔρων ἢ διαχωρημάτων ἢ ἐμέτων ἢ τὰ καθ' αἱμορροΐδας καὶ μήτρας ἐκκενούμενα καὶ παρωτίδες ἅμα τοῖς ἄλλοις ἀποσκήμμασιν. ἅπαντα γὰρ ταῦτα μὴ κρίνοντα ποτὲ μὲν θανατώδη, ποτὲ δὲ δύσκριτα γίνεται, τουτέστιν ἄκριτα ποιεῖ τὰ νοσήματα. κοινότατος δὲ ἐπ' αὐτοῖς ἐστιν λόγος καὶ καθολικώτατος καὶ γενικώτατος (ὀνομαζέτω γὰρ ἕκαστος, ὡς ἂν ἐθέλῃ)· "τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδη, τὰ δὲ δύσκριτα". χρήσιμον δ' ἐνταῦθα διορίσασθαι, πότε θανατώδη καὶ πότε δύσκριτα. δέδεικται δὲ καὶ τοῦθ' ὑφ' Ἱπποκράτους αὐτοῦ. τὰ μὲν γὰρ ἐπὶ τοῖς κρισίμοις μηδὲν ὠφελούμενα δύσκριτα, τὰ δὲ |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
