# In Hippocratis prorrheticum i commentaria iii 16.788

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.788

καὶ πρὸς τοὐναντίον ῥέποντα θανατώδη. μαρτυρεῖται δὲ τὰ πρὸς τοὐναντίον ῥέποντα ἐκ τῶν ἄλλων σημείων, ὥσπερ καὶ νῦν ἔγραψε τὰ κακοήθη διαχωρήματα. γένοιτο δ' ἂν ἄλλῳ τινὶ τοιοῦτον ἕτερον πάθος κακόηθες, οἷον ἔμετος ἢ οὖρα μοχθηρά, καθάπερ γε καὶ περίψυξις δυσεκθέρμαντος ἢ ὅλου τοῦ σώματος ἢ τῶν ἀκρωτηρίων μόνων. οὕτω δὲ καὶ δίψος διὰ βάθους καὶ καῦμα καὶ ἀχλὺς καὶ δυσφορία καὶ ἀγρυπνία καὶ τῶν ἄλλων τι τῶν μοχθηρῶν. ἔμαθες γὰρ ταῦτα αὐτὰ πάντα κατὰ τὰ Περὶ κρίσεων ὑπομνήματα καὶ τὰ τοῦ Προγνωστικοῦ, τινὰ δὲ κἀν τοῖς τῶν Ἐπιδημιῶν. ἔγραψεν οὖν κἀνταῦθα τὸν καθόλου λόγον ἑνὸς εἴδους τῶν κατὰ μέρος μνημονεύσας. ὁ γὰρ ἄρτι μανθάνων τὴν τέχνην οἴεται ταῦτα μόνα κακοήθη εἶναι, περὶ ὧν ἤκουσεν. εἰ δὲ καὶ φύσει ταχύς ἐστιν, ὑπονοῆσαι ἐνδέχεταί τινα καὶ ἄλλα τοιαῦτα εἶναι καὶ περιμένειν χρόνον ἄλλον, ἐν ᾧ κἀκεῖνα μαθήσεται, κἂν οὕτω τύχῃ μαθὼν ἄλλα, τὰ κατὰ μέρος αὖθις περιμενεῖ μὴ γινώσκων, ὁπόσον ἔτι λείπει τῆς διδασκαλίας αὐτῷ. ὁ δὲ τὸ καθόλου μαθὼν ἅπαντα γι|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
