# In Hippocratis prorrheticum i commentaria iii 16.791

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.791

μασι· ταῦτα γὰρ αἱμορραγοῦσι μόνον. | τινὲς δέ φασιν, ὅτι περὶ τῶν ἐκ ῥινὸς αἱμορραγιῶν ἔτι καὶ νῦν ὁ λόγος ἐστὶν αὐτῷ γιγνόμενος οὐκ ἐν πυρετοῖς μόνον, ἀλλὰ καὶ τοῖς ἄρτι λελεγμένοις πάθεσι. ἐάν τ' οὖν περί τε πάντων αὐτῶν ὁ λόγος ἐάν τε καὶ περὶ τραυμάτων μόνον, αἱ μετ' ἐφιδρώσεως αἱμορραγίαι κακοήθεις εἰσίν, ὡσαύτως δὲ κἂν τρομώδεα γεγραμμένον ᾖ. τὸ δὲ διαλεγομένους αὐτοὺς [ἐν ἄλλῳ τραυματώδεα] λαθραίως τελευτᾶν τοιοῦτόν τι δηλοῦν φασι· ‘μηδὲν ἔχειν δοκοῦντες οἱ τοιοῦτοι κακόν, ἀλλ' ὡς ἐν ἀκινδύνῳ καθεστῶτες καὶ διαλεγόμενοι τοῖς παροῦσιν ἐξαίφνης τελευτῶσιν.’ εἰ δὲ τοῦτο αὐτοῖς βούλεται σημαίνειν τὸ λαθραίως, ἄκρως φαίνονται [οἱ] σπουδάζοντες ἐξαλλάττειν τὴν κατὰ φύσιν ἑρμηνείαν ἀλλοκότοις μεταφοραῖς. ἡγοῦνται γὰρ ἀρετὴν εἶναι λόγου τὸ διὰ παντὸς ἀφίστασθαι τῆς συνηθείας, ὡς οὐδὲν διαφέρον, εἰ καὶ πρὸς τὸ χεῖρόν τις ἀφίσταται. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
