Ancient Greek · ~2 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.792
Not analysed yet
Ἡ μεθ' αἱμορραγίαν βραχεῖαν καὶ μελάνων διαχώρησιν ἐν ὀξέσι κώφωσις κακόν· αἵματος διαχώρησις ἐν τούτοισιν ὀλέθριον· κώφωσιν δὲ λύει. Περιέχεταί τι κατὰ τὴν συνδρομὴν ταύτην ἀληθὲς καθολικόν· ἐπὶ γάρ τοι τοῖς μέλασιν διαχωρήμασιν ἐν τοῖς ὀξέσι νοσήμασιν ἂν αἷμα διαχωρήσωσιν, ὀλέθριον ὄντως ἐστίν. καὶ γὰρ καὶ ἡμεῖς εἴδομεν τοῦτο καὶ ἄλλοι γεγηρακότες ἐν τοῖς τῆς τέχνης ἔργοις. καί μοι φαίνεται γίνεσθαι τὸ σύμπτωμα κατὰ τὸν αὐτὸν λόγον, καθ' ὃν ἐν ταῖς ὑπερκαθάρσεσιν ὕστατον ἐκκρίνεται τὸ αἱματῶδες. ἀλλὰ τῶν κατὰ μέρος ἐστίν, ἐν οἷς ὁ συγγραφεὺς ὠνόμασεν. Ὀσφύι ἐπωδύνῳ καρδιαλγικὰ προσεόντα σημεῖα αἱμορραγώδεα, οἶμαι καὶ προγεγενημένου σημείου. |