# In Hippocratis prorrheticum i commentaria iii 16.793

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.793

Οὐ καλῶς τὴν ῥῆσιν ταύτην ἐξηγήσαντο πολλοὶ τῶν γεγραφότων εἰς τὸ βιβλίον ὑπομνήματα μετὰ τοῦ καὶ διενεχθῆναι πρὸς ἀλλήλους. ἐμοὶ δ' ἄν τις αὐτὴν δοκεῖ χρησίμως τοῖς μανθάνουσιν ἐξηγήσασθαι κατὰ τόνδε τὸν τρόπον· ‘οὐκ ἐμνημόνευσεν ἐν τῷ λόγῳ πυρετῶν ἢ ὀξέος νοσήματος, ὥσπερ εἴωθεν. εἰκὸς οὖν ἐστιν ἐπὶ τῶν ἀπυρέτων αὐτῷ γίνεσθαι τὸν λόγον, ἐπ' οὐδεμιᾷ προφάσει φανερᾷ πλείοσιν ἡμέραις ἐφεξῆς ὀδυνωμένων ὀσφὺν καὶ καρδιαλγούντων. ἐπὶ τούτων οὖν προσδοκᾶν χρὴ δι' αἱμορροΐδων αἷμα κενωθήσεσθαι.’ δύναιο δ' ἂν οὐ μόνον ὅτι γενήσεται τοῦτο προλέγειν, ἀλλὰ καὶ δι' ἐπίσχεσιν αἱμορροΐδων αὐτὰ γενέσθαι τεκμαίρεσθαι, καὶ μᾶλλον, εἰ βλέποις τὴν κρᾶσιν τοῦ ταῦτα πάσχοντος μελαγχολικήν, ὥστε σοι τὴν ἐκ τῶν εἰρημένων πρόρρησιν οὐ μόνον μέλλοντος, ἀλλὰ καὶ προγεγονότος εἶναι καὶ τρίτον γε τοῦ ἐνεστῶτος. ὅταν γὰρ ἀπὸ τῶν ἄλλων διορισθῇ τὸ τῆς ὀσφύος ἄλγημα καὶ ἡ καρδιαλγία, προγεγονότος μὲν ἔσται πρόγνωσις ἐκ τοῦ γνῶναι καὶ πρόσθεν αὐτῷ γεγονέναι δι' αἱμορροΐδος κένωσιν, μέλλοντος |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
