Ancient Greek · ~3 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.794
Not analysed yet
δέ, ὅτι καὶ νῦν ἔσται, ἐνεστῶτος δὲ τῆς διαθέσεως αὐτῆς σαφῆ τὰ συμπτώματα· πλήθους γὰρ ἠθροισμένου κατὰ τὰς φλέβας λεπτὸς μέν τις ὀρρὸς αὐτῷ συρρέων εἰς τὴν γαστέρα τὰς καρδιαλγίας ἐργάζεται προσαναβαίνων ἐπὶ τὸ κατ' αὐτὴν στόμα, πάντων σχεδὸν αἰσθητικώτατον ὑπάρχον τῶν μορίων. τὸ δὲ πλεῖστον τοῦ πλήθους εἰς τὰ κάτω χωρία ῥέπον, ἐφ' ἃ καὶ πρῶτον εἰώθει γε φέρεσθαι, τὰ τῆς ὀσφύος ἀλγήματα γεννήσει. Τὰ τεταγμένοισι χρόνοισιν αἱμορραγέοντα διψώδεα, δύσκολα, ἐκχλοιούμενα, μὴ αἱμορραγήσαντα, ἐπιληπτικὰ τελευτᾷ. Κἀνταῦθα πάλιν ἤρκει καθόλου φάναι πρῶτον μέν, οἷς ἂν συνήθης κένωσις αἵματος ἐπίσχηται, τούτοις ἔσεσθαι νοσήματα πληθωρικά, ῥυέντος αὐτοῦ πρὸς ἐκεῖνα τὰ μόρια τοῦ σώματος, ὅσα πλησίον ἐστὶ τῶν ἐπεσχημένων ἐκρύσεων ἢ τῶν ἄλλων ἀσθενέστερα, κατὰ μέρος δὲ περὶ |